Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.45 Joseph. AJ 6.49 (English) >>Joseph. AJ 6.52

6.47τοῦ δʼ ἑπομένου θεράποντος ὡς ἐγένοντο κατὰ τὴν Ἁραμαθὰ πόλιν εἶναι προφήτην ἐν αὐτῇ φήσαντος ἀληθῆ καὶ πρὸς αὐτὸν βαδίζειν συμβουλεύσαντος, γνώσεσθαι γὰρ παρʼ αὐτοῦ τὸ περὶ τῶν ὄνων τέλος, οὐθὲν ἔχειν πορευθέντας εἶπεν ἀντὶ τῆς προφητείας παράσχωσιν αὐτῷ· κεκενῶσθαι γὰρ ἤδη τῶν ἐφοδίων. 6.48τοῦ δʼ οἰκέτου τέταρτον αὐτῷ παρεῖναι σίκλου φήσαντος καὶ τοῦτο δώσειν, ὑπὸ γὰρ ἀγνοίας τοῦ μὴ λαμβάνειν τὸν προφήτην μισθὸν ἐπλανῶντο, παραγίνονται καὶ πρὸς ταῖς πύλαις παρατυγχάνοντες παρθένοις ἐφʼ ὕδωρ βαδιζούσαις ἐρωτῶσιν αὐτὰς τοῦ προφήτου τὴν οἰκίαν. αἱ δὲ σημαίνουσι καὶ σπεύδειν παρεκελεύσαντο πρὶν αὐτὸν εἰς τὸ δεῖπνον κατακλιθῆναι· πολλοὺς γὰρ ἑστιᾶν καὶ προκατακλίνεσθαι τῶν κεκλημένων. 6.49 δὲ Σαμουῆλος διὰ τοῦτο πολλοὺς ἐπὶ τὴν ἑστίαν τότε συνήγαγε· δεομένῳ γὰρ κατὰ πᾶσαν ἡμέραν αὐτῷ τοῦ θεοῦ προειπεῖν τίνα ποιήσει βασιλέα τῇ παρελθούσῃ τοῦτον μηνύσαντος, πέμψειν γὰρ αὐτός τινα νεανίσκον ἐκ τῆς Βενιαμίτιδος φυλῆς κατὰ τήνδε τὴν ὥραν, αὐτὸς μὲν ἐπὶ τοῦ δώματος καθεζόμενος ἐξεδέχετο τὸν καιρὸν γενέσθαι, πληρωθέντος δʼ αὐτοῦ καταβὰς ἐπὶ τὸ δεῖπνον ἐπορεύετο. 6.50συναντᾷ δὲ τῷ Σαούλῳ καὶ θεὸς αὐτῷ σημαίνει τοῦτον εἶναι τὸν ἄρξειν μέλλοντα. Σαοῦλος δὲ πρόσεισι τῷ Σαμουήλῳ καὶ προσαγορεύσας ἐδεῖτο μηνύειν τὴν οἰκίαν τοῦ προφήτου· ξένος γὰρ ὢν ἀγνοεῖν ἔφασκε.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.45 Joseph. AJ 6.49 (English) >>Joseph. AJ 6.52

Powered by PhiloLogic